Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.81 Joseph. AJ 7.85 (English) >>Joseph. AJ 7.90

7.83οὐκ εἰσδέχεται μὲν αὐτὴν πρὸς αὑτὸν εἰς τὴν πόλιν, ἀλλʼ ἐκνεύσας εἴς τι χωρίον ἀνδρὸς δικαίου, Ὠβαδάρου ἄνομα Ληουίτου τὸ γένος, παρʼ αὐτῷ τὴν κιβωτὸν τίθησιν· ἔμεινε δʼ ἐπὶ τρεῖς ὅλους μῆνας αὐτόθι καὶ τὸν οἶκον τὸν Ὠβαδάρου ηὔξησέ τε καὶ πολλῶν αὐτῷ μετέδωκεν ἀγαθῶν. 7.84ἀκούσας δὲ βασιλεὺς ὅτι ταῦτα συμβέβηκεν Ὠβαδάρῳ καὶ ἐκ πενίας καὶ ταπεινότητος ἀθρόως εὐδαίμων καὶ ζηλωτὸς γέγονε παρὰ πᾶσι τοῖς ὁρῶσι καὶ πυνθανομένοις τὴν οἰκίαν αὐτοῦ, θαρσήσας ὡς οὐδενὸς κακοῦ πειρασόμενος τὴν κιβωτὸν πρὸς αὑτὸν μετακομίζει, 7.85τῶν μὲν ἱερέων βασταζόντων αὐτήν, ἑπτὰ δὲ χορῶν οὓς διεκόσμησεν βασιλεὺς προαγόντων, αὐτοῦ δʼ ἐν κινύρᾳ παίζοντος καὶ κροτοῦντος, ὥστε καὶ τὴν γυναῖκα Μιχάλην Σαούλου δὲ θυγατέρα τοῦ πρώτου βασιλέως ἰδοῦσαν αὐτὸν τοῦτο ποιοῦντα χλευάσαι. 7.86εἰσκομίσαντες δὲ τὴν κιβωτὸν τιθέασιν ὑπὸ τὴν σκηνήν, ἣν Δαυίδης ἔπηξεν αὐτῇ, καὶ θυσίας τελείας καὶ εἰρηνικὰς ἀνήνεγκε, καὶ τὸν ὄχλον εἱστίασε πάντα καὶ γυναιξὶ καὶ ἀνδράσι καὶ νηπίοις διαδοὺς κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον τηγανιστὸν καὶ μερίδα θύματος. καὶ τὸν μὲν λαὸν οὕτως κατευωχήσας ἀπέπεμψεν, αὐτὸς δʼ εἰς τὸν οἶκον τὸν αὑτοῦ παραγίνεται. 7.87

Παραστᾶσα δὲ αὐτῷ Μιχάλη γυνὴ Σαούλου δὲ θυγάτηρ τά τε ἄλλα αὐτῷ κατηύχετο καὶ παρὰ τοῦ θεοῦ γενέσθαι ᾔτει πάνθʼ ὅσα παρασχεῖν αὐτῷ δυνατὸν εὐμενεῖ τυγχάνοντι, καὶ δὴ κατεμέμψατο, ὡς ἀκοσμήσειεν ὀρχούμενος τηλικοῦτος βασιλεὺς καὶ γυμνούμενος ὑπὸ τῆς ὀρχήσεως καὶ ἐν δούλοις καὶ ἐν θεραπαινίσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.81 Joseph. AJ 7.85 (English) >>Joseph. AJ 7.90

Powered by PhiloLogic